Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.82 Joseph. AJ 7.87 (English) >>Joseph. AJ 7.91

7.85τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ἑπτὰ δὲ χορῶν οὓς διεκόσμησεν βασιλεὺς προαγόντων, αὐτοῦ δʼ ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος, ὥστε καὶ τὴν γυναῖκα Μιχάλην Σαούλου δὲ θυγατέρα τοῦ πρώτου βασιλέως ἰδοῦσαν αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι. 7.86εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δʼ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγίνεται. 7.87

Παραστᾶσα δὲ αὐτῷ Μιχάλη γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθʼ ὅσα παρασχεῖν αὐτῷ δυνατὸν εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ ἐν θεραπαινίσιν. 7.88 δʼ οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων προετίμησε, παίζειν τε καὶ πολλάκις χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.82 Joseph. AJ 7.87 (English) >>Joseph. AJ 7.91

Powered by PhiloLogic